Lysias, Speech 12, Against Eratosthenes, 1 – 50

κατὰ Ερατοσθένους τοῦ γενομένου τῶν τριάκοντα, ὃν αὐτὸς εἶπε Λυσίας
Against Eratosthenes, the events of The Thirty, which Lysias spoke himself

οὐκ ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δικασταί, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι:
It seems to me, O gentlemen of the jury, that it is not hard to start this prosecution, but that stopping speaking is:
λέγοντι – participle with verb of ceasing, in dative case from μοι

τοιαῦτα αὐτοῖς τὸ μέγεθος καὶ τοσαῦτα τὸ πλῆθος εἴργασται,
of such magnitude and such multitude (were their evil) deeds,

ὥστε μήτ’ ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆσαι,
so that neither could one, by lying, accuse (them of things) more monstrous than the facts,

μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι,
nor, desiring the truth, could one tell all of it.

ἀλλ’ ἀνάγκη ἢ τὸν κατήγορον ἀπειπεῖν ἢ τὸν χρόνον ἐπιλιπεῖν.
but it must bt that the accuser wears out or the time runs out.

[2] τοὐναντίον δέ μοι δοκοῦμεν πείσεσθαι ἢ ἐν τῷ πρὸ τοῦ χρόνῳ.
πρὸ τοῦ – before this
Our experience will be the opposite of what it has been in the past.

πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατηγοροῦντας ἐπιδεῖξαι,
For before it was necessary for the accusers to explain the personal enmity

ἥτις εἴη πρὸς τοὺς φεύγοντας:
which might exist toward the defendant:

νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι ἥτις ἦν αὐτοῖς πρὸς τὴν πόλιν ἔχθρα,
but now (we) need to learn from the defendants just what was their enmity towards the city,

ἀνθ’ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς αὐτὴν ἐξαμαρτάνειν.
wherefore that they dared to commit such offences against her.

οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι,
I certainly do not make these claims as one who has no particular enmity nor mishap.

ἀλλ’ ὡς ἅπασι [dat pl] πολλῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων ὀργίζεσθαι.
But as by/for all of us a great abundance (of reasons) to be angry, both personal and public.

ἐγὼ μὲν οὖν, [3] ὦ ἄνδρες δικασταί,
Thus I myself, gentlemen/judges,

οὔτ’ ἐμαυτοῦ πώποτε οὔτε ἀλλότρια πράγματα πράξας
not for me nor for anyone else have ever engaged in any suit

νῦν ἠνάγκασμαι ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν,
now I am compelled by these events to accuse this one,

ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν κατέστην,
so frequently into great despair I have been placed,

μὴ διὰ τὴν ἀπειρίαν ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κατηγορίαν ποιήσομαι.

ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς ὡς ἂν δύνωμαι δι’ ἐλαχίστων διδάξαι.
Nevertheless I will attempt to show you from the beginning, as well as I can, and most speedily.

[4] οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους εἰς ταύτην τὴν γῆν ἀφικέσθαι, ἔτη δὲ τριάκοντα ᾤκησε, καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε ἐκεῖνος δίκην οὔτε ἐδικασάμεθα οὔτε ἐφύγομεν, ἀλλ’ οὕτως ᾠκοῦμεν δημοκρατούμενοι ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν μήτε ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι. [5] ἐπειδὴ δ’ οἱ τριάκοντα πονηροὶ μὲν καὶ συκοφάνται ὄντες εἰς τὴν ἀρχὴν κατέστησαν, φάσκοντες χρῆναι τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν καὶ τοὺς λοιποὺς πολίτας ἐπ’ ἀρετὴν καὶ δικαιοσύνην τραπέσθαι, καὶ τοιαῦτα λέγοντες οὐ τοιαῦτα ποιεῖν ἐτόλμων, ὡς ἐγὼ περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν ὑμετέρων ἀναμνῆσαι πειράσομαι.

[6] Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων, ὡς εἶέν τινες τῇ πολιτείᾳ ἀχθόμενοι: καλλίστην οὖν εἶναι πρόφασιν τιμωρεῖσθαι μὲν δοκεῖν, τῷ δ’ ἔργω χρηματίζεσθαι: πάντως δὲ τὴν μὲν πόλιν πένεσθαι τὴν δ’ ἀρχὴν δεῖσθαι χρημάτων. [7] καὶ τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον: ἀποκτιννύναι μὲν γὰρ ἀνθρώπους περὶ οὐδενὸς ἡγοῦντο, λαμβάνειν δὲ χρήματα περὶ πολλοῦ ἐποιοῦντο. ἔδοξεν οὖν αὐτοῖς δέκα συλλαβεῖν, τούτων δὲ δύο πένητας, ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία, ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακται, ἀλλὰ συμφέροντα τῇ πολιτεία γεγένηται, ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες. [8] διαλαβόντες δὲ τὰς οἰκίας ἐβάδιζον: καὶ ἐμὲ μὲν ξένους ἑστιῶντα κατέλαβον, οὓς ἐξελάσαντες Πείσωνί με παραδιδόασιν: οἱ δὲ ἄλλοι εἰς τὸ ἐργαστήριον ἐλθόντες τὰ ἀνδράποδα ἀπεγράφοντο.

[9] ἐγὼ δὲ Πείσωνα μὲν ἠρώτων εἰ βούλοιτό με σῶσαι χρήματα λαβών. ὁ δ’ ἔφασκεν, εἰ πολλὰ εἴη. εἶπον ὅτι τάλαντον ἀργυρίου ἕτοιμος εἴην δοῦναι: ὁ δ’ ὡμολόγησε ταῦτα ποιήσειν. ἠπιστάμην μὲν οὖν ὅτι οὔτε θεοὺς οὔτ’ ἀνθρώπους νομίζει, ὅμως δ’ ἐκ τῶν παρόντων ἐδόκει μοι ἀναγκαιότατον εἶναι πίστιν παρ’ αὐτοῦ λαβεῖν. [10] ἐπειδὴ δὲ ὤμοσεν, ἐξώλειαν ἑαυτῷ καὶ τοῖς παισὶν ἐπαρώμενος, λαβὼν τὸ τάλαντόν με σώσειν, εἰσελθὼν εἰς τὸ δωμάτιον τὴν κιβωτὸν ἀνοίγνυμι. Πείσων δ’ αἰσθόμενος εἰσέρχεται, καὶ ἰδὼν τὰ ἐνόντα καλεῖ τῶν ὑπηρετῶν δύο, καὶ τὰ ἐν τῇ κιβωτῷ λαβεῖν ἐκέλευσεν. [11] ἐπεὶ δὲ οὐχ ὅσον ὡμολόγητο εἶχεν, ὦ ἄνδρες δικασταί, ἀλλὰ τρία τάλαντα ἀργυρίου καὶ τετρακοσίους κυζικηνοὺς καὶ ἑκατὸν δαρεικοὺς καὶ φιάλας ἀργυρᾶς τέτταρας, ἐδεόμην αὐτοῦ ἐφόδιά μοι δοῦναι,

[12] ὁ δ’ ἀγαπήσειν με ἔφασκεν, εἰ τὸ σῶμα σώσω. ἐξιοῦσι δ’ ἐμοὶ καὶ Πείσωνι ἐπιτυγχάνει Μηλόβιός τε καὶ Μνησιθείδης ἐκ τοῦ ἐργαστηρίου ἀπιόντες, καὶ καταλαμβάνουσι πρὸς αὐταῖς ταῖς θύραις, καὶ ἐρωτῶσιν ὅποι βαδίζοιμεν: ὁ δ’ ἔφασκεν εἰς τὰ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ, ἵνα καὶ τὰ ἐν ἐκείνῃ τῇ οἰκίᾳ σκέψηται. ἐκεῖνον μὲν οὖν ἐκέλευον βαδίζειν, ἐμὲ δὲ μεθ’ αὑτῶν ἀκολουθεῖν εἰς Δαμνίππου. [13] πείσων δὲ προσελθὼν σιγᾶν μοι παρεκελεύετο καὶ θαρρεῖν, ὡς ἥξων ἐκεῖσε. καταλαμβάνομεν δὲ αὐτόθι Θέογνιν ἑτέρους φυλάττοντα: ᾧ παραδόντες ἐμὲ πάλιν ᾤχοντο. ἐν τοιούτῳ δ’ ὄντι μοι κινδυνεύειν ἐδόκει, ὡς τοῦ γε ἀποθανεῖν ὑπάρχοντος ἤδη. [14] καλέσας δὲ Δάμνιππον λέγω πρὸς αὐτὸν τάδε, “ἐπιτήδειος μέν μοι τυγχάνεις ὤν, ἥκω δ’ εἰς τὴν σὴν οἰκίαν, ἀδικῶ δ’ οὐδέν, χρημάτων δ’ ἕνεκα ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν σωτηρίαν.” ὁ δ’ ὑπέσχετο ταῦτα ποιήσειν. ἐδόκει δ’ αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν μνησθῆναι: ἡγεῖτο γὰρ ἅπαν ποιήσειν αὐτόν,

[15] εἴ τις ἀργύριον διδοίη. ἐκείνου δὲ διαλεγομένου Θεόγνιδι ̔ἔμπειρος γὰρ ὢν ἐτύγχανον τῆς οἰκίας, καὶ ᾔδη ὅτι ἀμφίθυρος εἴἠ ἐδόκει μοι ταύτῃ πειρᾶσθαι σωθῆναι, ἐνθυμουμένῳ ὅτι, ἐὰν μὲν λάθω, σωθήσομαι, ἐὰν δὲ ληφθῶ, ἡγούμην μέν, εἰ Θέογνις εἴη πεπεισμένος ὑπὸ τοῦ Δαμνίππου χρήματα λαβεῖν, οὐδὲν ἧττον ἀφεθήσεσθαι, εἰ δὲ μή, [16] ὁμοίως ἀποθανεῖσθαι. ταῦτα διανοηθεὶς ἔφευγον, ἐκείνων ἐπὶ τῇ αὐλείῳ θύρᾳ τὴν φυλακὴν ποιουμένων: τριῶν δὲ θυρῶν οὐσῶν, ἃς ἔδει με διελθεῖν, ἅπασαι ἀνεῳγμέναι ἔτυχον. ἀφικόμενος δὲ εἰς Ἀρχένεω τοῦ ναυκλήρου ἐκεῖνον. πέμπω εἰς ἄστυ, πευσόμενον περὶ τοῦ ἀδελφοῦ: ἥκων δὲ ἔλεγεν ὅτι Ἐρατοσθένης αὐτὸν ἐν τῇ ὁδῷ λαβὼν εἰς τὸ δεσμωτήριον ἀπαγάγοι. [17] καὶ ἐγὼ τοιαῦτα πεπυσμένος τῆς ἐπιούσης νυκτὸς διέπλευσα Μέγαράδε. Πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπ’7 ἐκείνων εἰθισμένον παράγγελμα, πίνειν κώνειον, πρὶν τὴν αἰτίαν εἰπεῖν δι’ ἥντινα ἔμελλεν ἀποθανεῖσθαι: οὕτω πολλοῦ ἐδέησε κριθῆναι καὶ ἀπολογήσασθαι.

[18] καὶ ἐπειδὴ ἀπεδέρετο ἐκ τοῦ δεσμωτηρίου τεθνεώς, τριῶν ἡμῖν οἰκιῶν οὐσῶν ἐξ οὐδεμιᾶς εἴασαν ἐξενεχθῆναι, ἀλλὰ κλεισίον μισθωσάμενοι προὔθεντο αὐτόν. καὶ πολλῶν ὄντων ἱματίων αἰτοῦσιν οὐδὲν ἔδοσαν εἰς τὴν ταφήν, ἀλλὰ τῶν φίλων ὁ μὲν ἱμάτιον, ὁ δὲ προσκεφάλαιον, ὁ δὲ ὅ τι ἕκαστος ἔτυχεν ἔδωκεν εἰς τὴν ἐκείνου ταφήν. [19] καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ καὶ κόσμον καὶ ἔπιπλα καὶ ἱμάτια γυναικεῖα ὅσα οὐδεπώποτε ᾤοντο κτήσεσθαι, καὶ ἀνδράποδα εἴκοσι καὶ ἑκατόν, ὧν τὰ μὲν βέλτιστα ἔλαβον, τὰ δὲ λοιπὰ εἰς τὸ δημόσιον ἀπέδοσαν, εἰς τοσαύτην ἀπληστίαν καὶ αἰσχροκέρδειαν ἀφίκοντο καὶ τοῦ τρόπου τοῦ αὑτῶν ἀπόδειξιν ἐποιήσαντο: τῆς γὰρ Πολεμάρχου γυναικὸς χρυσοῦς ἑλικτῆρας, οὓς ἔχουσα ἐτύγχανεν, [20] ὅτε τὸ πρῶτον ἦλθεν εἰς τὴν οἰκίαν Μηλόβιος ἐκ τῶν ὤτων ἐξείλετο. καὶ οὐδὲ κατὰ τὸ ἐλάχιστον μέρος τῆς οὐσίας ἐλέου παρ’ αὐτῶν ἐτυγχάνομεν. ἀλλ’ οὕτως εἰς ἡμᾶς διὰ τὰ χρήματα ἐξημάρτανον, ὥσπερ ἂν ἕτεροι μεγάλων ἀδικημάτων ὀργὴν ἔχοντες, οὐ τούτων ἀξίους γε ὄντας9 τῇ πόλει, ἀλλὰ πάσας μὲν τὰς χορηγίας χορηγήσαντας, πολλὰς δ’ εἰσφορὰς εἰσενεγκόντας, κοσμίους δ’ ἡμᾶς αὐτοὺς παρέχοντας καὶ πᾶν τὸ προσταττόμενον ποιοῦντας, ἐχθρὸν δ’ οὐδένα κεκτημένους, πολλοὺς δ’ Ἀθηναίων ἐκ τῶν πολεμίων λυσαμένους: τοιούτων ἠξίωσαν οὐχ ὁμοίως μετοικοῦντας ὥσπερ αὐτοὶ ἐπολιτεύοντο.

[21] οὗτοι γὰρ πολλοὺς μὲν τῶν πολιτῶν εἰς τοὺς πολεμίους ἐξήλασαν, πολλοὺς δ’ ἀδίκως ἀποκτείναντες ἀτάφους ἐποίησαν, πολλοὺς δ’ ἐπιτίμους ὄντας ἀτίμους [τῆς πόλεως] κατέστησαν, πολλῶν δὲ θυγατέρας μελλούσας ἐκδίδοσθαι ἐκώλυσαν. [22] καὶ εἰς τοσοῦτόν εἰσι τόλμης ἀφιγμένοι ὥσθ’ ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν ὡς οὐδὲν κακὸν οὐδ’ αἰσχρὸν εἰργασμένοι εἰσίν. ἐγὼ δ’ ἐβουλόμην ἂν αὐτοὺς ἀληθῆ λέγειν: μετῆν γὰρ ἂν καὶ ἐμοὶ τούτου τἀγαθοῦ οὐκ ἐλάχιστον μέρος.

[23] νῦν δὲ οὔτε πρὸς τὴν πόλιν αὐτοῖς τοιαῦτα ὑπάρχει οὔτε πρὸς ἐμέ:

τὸν ἀδελφὸν γὰρ μου, ὥσπερ καὶ πρότερον εἶπον, Ἐρατοσθένης ἀπέκτεινεν,
– οὔτε αὐτὸς ἰδίᾳ ἀδικούμενος
– οὔτε εἰς τὴν πόλιν ὁρῶν ἐξαμαρτάνοντα,
– ἀλλὰ τῇ ἑαυτοῦ παρανομία προθύμως ἐξυπηρετῶν.

[24] ἀναβιβασάμενος δ’ αὐτὸν βούλομαι ἐρέσθαι, ὦ ἄνδρες δικασταί.
τοιαύτην γὰρ γνώμην ἔχω:
ἐπὶ μὲν τῇ τούτου ὠφελείᾳ καὶ πρὸς ἕτερον περὶ τούτου διαλέγεσθαι ἀσεβὲς εἶναι νομίζω,
ἐπὶ δὲ τῇ τούτου βλάβῃ καὶ πρὸς αὐτὸν τοῦτον ὅσιον καὶ εὐσεβές.
ἀνάβηθι οὖν μοι καὶ ἀπόκριναι, ὅ τι ἄν σε ἐρωτῶ.

[25] ἀπήγαγες Πολέμαρχον ἢ οὔ; “τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα δεδιὼς ἐποίουν.”

ἦσθα δ’ ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ λόγοι ἐγίγνοντο περὶ ἡμῶν; “ἦ.”

πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι ἢ ἀντέλεγες; “ἀντέλεγον.”

ἵνα μὴ ἀποθάνωμεν; “ἵνα μὴ ἀποθάνητε.”

ἡγούμενος ἡμᾶς ἄδικα πάσχειν ἢ δίκαια; “ἄδικα.”

[26] εἶτ’, ὦ σχετλιώτατε πάντων,
So really, O cruelest of all men,

ἀντέλεγες μὲν ἵνα σώσειας,
συνελάμβανες δὲ ἵνα ἀποκτείνῃς;

καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν κύριον τῆς σωτηρίας τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι,
ἐπειδὴ δὲ ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον καὶ μή, εἰς τὸ δεσμωτήριον ἀπήγαγες;

εἶθ’ ὅ μέν, ὡς φῄς, ἀντειπὼν οὐδὲν ὠφέλησας, ἀξιοῖς χρηστὸς νομίζεσθαι,
ὅτι δὲ συλλαβὼν ἀπέκτεινας, οὐκ οἴει ἐμοὶ καὶ τουτοισὶ δοῦναι δίκην;

[27] καὶ μὴν οὐδὲ τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, εἴπερ ἀληθῆ λέγει φάσκων ἀντειπεῖν, ὡς αὐτῷ προσετάχθη.
And indeed not likely this [–>] to believe of him, even if he spoke truth when claiming to have spoken in opposition, that it was assigned to him (i.e. the job of killing Polemarchus).

οὐ γὰρ δήπου ἐν τοῖς μετοίκοις πίστιν παρ’ αὐτοῦ ἐλάμβανον.
But I don’t suppose that in [the case of mere] metics, they [The Thirty] would have been getting his assurances (making a test case of his loyalty).

ἔπειτα τῷ ἧττον εἰκὸς ἦν προσταχθῆναι ὅστις ἀντειπών γε ἐτύγχανε καὶ γνώμην ἀποδεδειγμένος;
Besides, who was less likely to be assigned than someone who had spoken against (the murder of the metics) and had made known his opinion?

τίνα γὰρ εἰκὸς ἦν ἧττον ταῦτα ὑπηρετῆσαι τὸν ἀντειπόντα οἷς ἐκεῖνοι ἐβούλοντο πραχθῆναι;
For who was less likely to comply with this than the one speaking against what they want done?

[28] ἔτι δὲ τοῖς μὲν ἄλλοις Ἀθηναίοις ἱκανή μοι δοκεῖ πρόφασις εἶναι τῶν γεγενημένων εἰς τοὺς τριάκοντα ἀναφέρειν τὴν αἰτίαν:
And another point, for the rest of the Athenians, sufficient seems to me the ground for excuse, of the happenings onto the Thirty to attribute the blame:

αὐτοὺς δὲ τοὺς τριάκοντα, ἐὰν εἰς σφᾶς αὐτοὺς ἀναφέρωσι, πῶς ὑμᾶς εἰκὸς ἀποδέχεσθαι;
but the same Thirty, if they attribute it to themselves, how can you reasonably accept that?

[29] εἰ μὲν γάρ τις ἦν ἐν τῇ πόλει ἀρχὴ ἰσχυροτέρα [αὐτῆς],
For if there was some authority in the city stronger than them,

ὑφ’ ἧς αὐτῷ προσετάττετο παρὰ τὸ δίκαιον ἀνθρώπους ἀπολλύναι,
by which, to them was assigned (against justice) to kill men,

ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην εἴχετε:
you might possibly have a some excuse for this:

νῦν δὲ παρὰ τοῦ ποτε καὶ λήψεσθε δίκην,
but as it is from whom will you ever take justice (punish),

εἴπερ ἐξέσται τοῖς τριάκοντα λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποίουν;
if it is possible for these [men] the Thirty [themselves] to say that the Thirty ordered them to do things?

[30] καὶ μὲν δὴ οὐκ ἐν τῇ οἰκία ἀλλ’ ἐν τῇ ὁδῷ,
But encountering him, not in his house, but in the road,

σῴζειν τε αὐτὸν καὶ τὰ τούτοις ἐψηφισμένα παρόν,
it being possible to preserve both him and their resolution (i.e. by letting him go quietly)

συλλαβὼν ἀπήγαγεν.
arresting him, he led him away.

ὑμεῖς δὲ πᾶσιν ὀργίζεσθε,
and/but you are angry at all,

ὅσοι εἰς τὰς οἰκίας ἦλθον τὰς ὑμετέρας ζήτησιν ποιούμενοι ἢ ὑμῶν ἢ τῶν ὑμετέρων τινός.
who came into your houses seeking either you or someone of your household.

[31] καίτοι εἰ χρὴ τοῖς διὰ τὴν ἑαυτῶν σωτηρίαν ἑτέρους ἀπολέσασι συγγνώμην ἔχειν,
And indeed if they needed, for their own salvation, to destroy others, that would be an excuse,

ἐκείνοις ἂν δικαιότερον ἔχοιτε:
you might more justly [pardon] those:

κίνδυνος γὰρ ἦν πεμφθεῖσι μὴ ἐλθεῖν καὶ καταλαβοῦσιν ἐξάρνοις γενέσθαι.
for there was danger for those sent, not to go and arrest, by denying to have found [the victims].

τῷ δὲ Ἐρατοσθένει ἐξῆν εἰπεῖν ὅτι οὐκ ἀπήντησεν,
But it was possible for E. to say that he had not encountered [P.],

ἔπειτα ὅτι οὐκ εἶδεν:
since he was not seen:

ταῦτα γὰρ οὔτ’ ἔλεγχον οὔτε βάσανον εἶχεν,
for he was not examined nor questioned about this,

ὥστε μηδ’ ὑπὸ τῶν ἐχθρῶν βουλομένων οἷόν τ’ εἶναι ἐξελεγχθῆναι.
thus (if he wishing [to do this]) it was not possible for him to be convicted by the enemies.

[32] χρῆν δέ σε, ὦ Ἐρατόσθενες, εἴπερ ἦσθα χρηστός,
You ought to have, O E., if you thought (yourself) to be a good citizen,

πολὺ μᾶλλον τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι
much rather against those intended to be unjustly killed

μηνυτὴν γενέσθαι
become an informer,

ἢ τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν.
than to arrest those to be unjustly destroyed.

νῦν δέ σου τὰ ἔργα φανερὰ γεγένηται οὐχ ὡς ἀνιωμένου ἀλλ’ ὡς ἡδομένου τοῖς γιγνομένοις,
But now these deeds make it evident that you, were not grieved, but were gratified by those events,

[33] ὥστε τούσδε ἐκ τῶν ἔργων χρὴ μᾶλλον ἢ ἐκ τῶν λόγων τὴν ψῆφον φέρειν,
so that these present must, from your deeds rather than from your words, cast their vote,

ἃ ἴσασι γεγενημένα τῶν τότε λεγομένων τεκμήρια λαμβάνοντας,
which I know … rather than your words at the time (mtgs of the Thirty) [gen of comparison] taking as evidence,

ἐπειδὴ μάρτυρας περὶ αὐτῶν οὐχ οἷόν τε παρασχέσθαι.
since witnesses of these [events] not possible to furnish.

οὐ γὰρ μόνον ἡμῖν παρεῖναι οὐκ ἐξῆν, ἀλλ’ οὐδὲ παρ’ αὑτοῖς εἶναι,
For not only was it not possible for us to be present (at their mtgs), but not by ourselves (in our own homes) to be,

ὥστ’ ἐπὶ τούτοις / ἐστὶ πάντα τὰ κακὰ εἰργασμένοις τὴν πόλιν / πάντα τἀγαθὰ περὶ αὑτῶν λέγειν.
so that about these /all the evil of these deeds were to the city / everything good about them to say.

[34] τοῦτο μέντοι οὐ φεύγω, ἀλλ’ ὁμολογῶ σοι, εἰ βούλει, ἀντειπεῖν.
This however, I don’t contest (evade), but I admit/concede/agree with you, if you like, (that you) spoke in opposition.

θαυμάζω δὲ τί ἄν ποτ’ ἐποίησας συνειπών,
But I wonder what might you have done, if you had agreed,

ὁπότε ἀντειπεῖν φάσκων ἀπέκτεινας Πολέμαρχον.
in that you claim to have spoken against the killing of P.

φέρε δή, τί ἄν, εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύχετε αὐτοῦ ἢ καὶ ὑεῖς;
Come now, what might (you do), even if brothers or sons of this man you were?

ἀπεψηφίσασθε;
Would you vote to acquit?

δεῖ γάρ, ὦ ἄνδρες δικασταί, Ἐρατοσθένην δυοῖν θάτερον ἀποδεῖξαι,
For it must be, O gentlemen judges, for E. to show one of two things,

ἢ ὡς οὐκ ἀπήγαγεν αὐτόν, ἢ ὡς δικαίως τοῦτ’ ἔπραξεν.
either that he did not lead him away, or that he did so justly.

οὗτος δὲ ὡμολόγηκεν ἀδίκως συλλαβεῖν,
But he agreed that the arrest was unjust,

ὥστε ῥᾳδίαν ὑμῖν τὴν διαψήφισιν περὶ αὑτοῦ πεποίηκε.
so that he has made easy for you the decision about him.

[35] καὶ μὲν δὴ πολλοὶ καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἥκουσιν εἰσόμενοι τίνα γνώμην περὶ τούτων ἕξετε.
And note that many, both from the city and aliens, have come to know what verdict about these (matters) you will have.

ὧν οἱ μὲν ὑμέτεροι ὄντες πολῖται μαθόντες ἀπίασιν ὅτι ἢ δίκην δώσουσιν ὧν ἂν ἐξαμάρτωσιν,
which (verdict) those of yours being citizens will return knowing what justice is given should they commit crimes,

ἢ πράξαντες μὲν ὧν ἐφίενται τύραννοι τῆς πόλεως ἔσονται,
OT1H, if accomplishing what … tyrants of the city will be,

δυστυχήσαντες δὲ τὸ ἴσον ὑμῖν ἕξουσιν:
OTOH, being disappointed, will be on equality with you:

ὅσοι δὲ ξένοι ἐπιδημοῦσιν,

εἴσονται πότερον ἀδίκως τοὺς τριάκοντα ἐκκηρύττουσιν ἐκ τῶν πόλεων ἢ δικαίως.

εἰ γὰρ δὴ αὐτοὶ οἱ κακῶς πεπονθότες λαβόντες ἀφήσουσιν, ἦ που σφᾶς αὐτοὺς ἡγήσονται περιέργους ὑπὲρ ὑμῶν τηρουμένους.

[36] οὐκ οὖν δεινὸν εἰ τοὺς μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ οἷοί τ’ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ τῶν τεθνεώτων ἀρετῇ παρ’ ἐκείνων δίκην λαβεῖν, τούτους δέ, οἳ ἰδιῶται μὲν ὄντες καθ’ ὅσον ἐδύναντο ἐποίησαν ἡττηθῆναι ναυμαχοῦντας, ἐπειδὴ δὲ εἰς τὴν ἀρχὴν κατέστησαν, ὁμολογοῦσιν ἑκόντες πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτιννύναι, οὐκ ἄρα χρὴ αὐτοὺς καὶ τοὺς παῖδας ὑφ’ ὑμῶν ταῖς ἐσχάταις ζημίαις κολάζεσθαι;

[37] ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ἠξίουν ἱκανὰ εἶναι τὰ κατηγορημένα: μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγορεῖν, ἕως ἂν θανάτου δόξῃ τῷ φεύγοντι ἄξια εἰργάσθαι. ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρ’ αὐτῶν λαβεῖν. ὥστ’ οὐκ οἶδ’ ὅ τι δεῖ πολλὰ κατηγορεῖν τοιούτων ἀνδρῶν, οἳ οὐδ’ ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς ἀποθανόντες δίκην δοῦναι δύναιντ’ ἂν 22 . οὐ γὰρ δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι, [38] ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστί, πρὸς μὲν τὰ κατηγορημένα μηδὲν ἀπολογεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον τριηραρχήσαντες, ἢ πόλεις πολεμίας οὔσας φίλας

[39] ἐποίησαν: ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ἕσας αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην προσεκτήσαντο οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο.

[40] ἀλλὰ γὰρ ὅπλα τῶν πολεμίων τοσαῦτα ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν πατρίδος κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλ’ ὅτι ἑαυτοῖς25 τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.

[41] πολλάκις οὖν ἐθαύμασα τῆς τόλμης τῶν λεγόντων ὑπὲρ αὐτοῦ, πλὴν ὅταν ἐνθυμηθῶ ὅτι τῶν αὐτῶν ἐστιν αὐτούς τε πάντα τὰ κακὰ ἐργάζεσθαι καὶ τοὺς τοιούτους ἐπαινεῖν.

[42] οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. ἀφικόμενος δὲ δεῦρο τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττε. καὶ τούτων μάρτυρας ὑμῖν παρέξομαι. Μάρτυρες

[43] τὸν μὲν τοίνυν μεταξὺ βίον αὐτοῦ παρήσω: ἐπειδὴ δὲ ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει πράττοντες: ὧν Ἐρατοσθένης καὶ Κριτίας ἦσαν. [44] οὗτοι δὲ φυλάρχους τε ἐπὶ τὰς φυλὰς κατέστησαν, καὶ ὅ τι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη ἄρχειν παρήγγελλον, καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο, κύριοι ἦσαν: οὕτως οὐχ ὑπὸ τῶν πολεμίων μόνον ἀλλὰ καὶ ὑπὸ τούτων πολιτῶν ὄντων ἐπεβουλεύεσθε ὅπως μήτ’ ἀγαθὸν μηδὲν ψηφιεῖσθε πολλῶν τε ἐνδεεῖς ἔσεσθε.

[45] τοῦτο γὰρ καλῶς ἠπίσταντο, ὅτι ἄλλως μὲν οὐχ οἷοί τε ἔσονται περιγενέσθαι, κακῶς δὲ πραττόντων δυνήσονται: καὶ ὑμᾶς ἡγοῦντο τῶν παρόντων κακῶν ἐπιθυμοῦντας ἀπαλλαγῆναι περὶ τῶν μελλόντων οὐκ ἐνθυμήσεσθαι.

[46] ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε συμπράττοντας ̔οὐ γὰρ ἂν δυναίμην̓, ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας.

[47] καίτοι εἰ ἐσωφρόνουν κατεμαρτύρουν ἂν αὐτῶν, καὶ τοὺς διδασκάλους τῶν σφετέρων ἁμαρτημάτων σφόδρ’ ἂν ἐκόλαζον, καὶ τοὺς ὅρκους, εἰ ἐσωφρόνουν, οὐκ ἂν ἐπὶ μὲν τοῖς τῶν πολιτῶν κακοῖς πιστοὺς ἐνόμιζον, ἐπὶ δὲ τοῖς τῆς πόλεως ἀγαθοῖς ῥᾳδίως παρέβαινον: πρὸς μὲν οὖν τούτους τοσαῦτα λέγω, τοὺς δὲ μάρτυράς μοι κάλει. καὶ ὑμεῖς ἀνάβητε. Μάρτυρες

[48] τῶν μὲν μαρτύρων ἀκηκόατε. τὸ δὲ τελευταῖον εἰς τὴν ἀρχὴν καταστὰς ἀγαθοῦ μὲν οὐδενὸς μετέσχεν, ἄλλων δὲ πολλῶν. καίτοι εἴπερ ἦν ἀνὴρ ἀγαθός, ἐχρῆν αὐτὸν πρῶτον μὲν μὴ παρανόμως ἄρχειν, ἔπειτα τῇ βουλῇ μηνυτὴν γίγνεσθαι περὶ τῶν εἰσαγγελιῶν ἁπασῶν, ὅτι ψευδεῖς εἶεν, καὶ Βάτραχος καὶ Αἰσχυλίδης οὐ τἀληθῆ μηνύουσιν, ἀλλὰ τὰ ὑπὸ τῶν τριάκοντα πλασθέντα εἰσαγγέλλουσι, συγκείμενα ἐπὶ τῇ τῶν πολιτῶν βλάβῃ.

[49] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσοι κακόνοι ἦσαν τῷ ὑμετέρῳ πλήθει, οὐδὲν ἔλαττον εἶχον σιωπῶντες: ἕτεροι γὰρ ἦσαν οἱ λέγοντες καὶ πράττοντες ὧν οὐχ οἷόν τ’ ἦν μείζω κακὰ γενέσθαι τῇ πόλει. ὁπόσοι δ’ εὖνοί φασιν εἶναι, πῶς οὐκ ἐνταῦθα ἔδειξαν, αὐτοί τε τὰ βέλτιστα λέγοντες καὶ τοὺς ἐξαμαρτάνοντας ἀποτρέποντες;

[50] ἴσως δ’ ἂν ἔχοι εἰπεῖν ὅτι ἐδεδοίκει, καὶ ὑμῶν τοῦτο ἐνίοις ἱκανὸν ἔσται. ὅπως τοίνυν μὴ φανήσεται ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος: εἰ δὲ μή, ἐνταυθοῖ δῆλος ἔσται ὅτι ἐκεῖνά τε αὐτῷ ἤρεσκε, καὶ τοσοῦτον ἐδύνατο ὥστε ἐναντιούμενος μηδὲν κακὸν παθεῖν ὑπ’ αὐτῶν. χρῆν δ’ αὐτὸν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ταύτην τὴν προθυμίαν ἔχειν, ἀλλὰ μὴ ὑπὲρ Θηραμένους, ὃς εἰς ὑμᾶς πολλὰ ἐξήμαρτεν.